Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.268 Joseph. AJ 2.273 (English) >>Joseph. AJ 2.276

2.271πλὴν ἀπορῶ, πῶς ἂν ἰδιώτης ἀνὴρ καὶ μηδεμιᾶς ἰσχύος εὐπορῶν πείσω λόγοις τοὺς οἰκείους ἀφέντας ἣν ἄρτι κατοικοῦσι γῆν ἕπεσθαί μοι πρὸς ἣν αὐτὸς ἡγοῦμαι, κἂν ἐκεῖνοι πεισθῶσι, πῶς ἂν βιασαίμην Φαραώθην ἐπιτρέψαι τὴν ἔξοδον τούτοις, ὧν τοῖς πόνοις καὶ τοῖς ἔργοις τὴν οἰκείαν αὔξουσιν εὐδαιμονίαν.” 2.272

δὲ θεὸς αὐτῷ περὶ πάντων συνεβούλευε θαρρεῖν ὑπισχνούμενος αὐτὸς παρέσεσθαι καὶ οὗ μὲν ἂν δέῃ λόγων, πειθὼ παρέξειν, οὗ δʼ ἂν ἔργων, ἰσχὺν χορηγήσειν, ἐκέλευέ τε τὴν βακτηρίαν ἐπὶ τὴν γῆν ἀφέντα πίστιν ὧν ὑπισχνεῖται λαμβάνειν. καὶ ποιήσαντος δράκων εἷρπε καὶ συνειλούμενος σπειρηδὸν ὡς διώκουσιν ἐπʼ ἀμύνῃ τὴν κεφαλὴν ἐπανέτεινεν· εἶτα πάλιν βάκτρον ἦν. 2.273μετὰ τοῦτο δὲ καθεῖναι τὴν δεξιὰν εἰς τὸν κόλπον προσέταξεν. ὑπακούσας δὲ λευκὴν καὶ τιτάνῳ τὴν χρόαν ὁμοίαν προεκόμισεν· εἶτα εἰς τὸ σύνηθες κατέστη. κελευσθεὶς δὲ καὶ τοῦ πλησίον ὕδατος λαβὼν ἐπὶ τὴν γῆν ἐκχέαι ὁρᾷ τὴν χρόαν αἱματώδη γενομένην. 2.274θαυμάζοντα δʼ ἐπὶ τούτοις θαρρεῖν παρεκελεύετο καὶ βοηθὸν εἰδέναι μέγιστον αὐτῷ συνεσόμενον καὶ σημείοις πρὸς τὸ πιστεύεσθαι παρὰ πᾶσι χρῆσθαι, ὅτι πεμφθεὶς ὑπʼ ἐμοῦ πάντα κατὰ τὰς ἐμὰς ἐντολὰς ποιεῖς. κελεύω δὲ μηδὲν ἔτι μελλήσαντα σπεύδειν εἰς τὴν Αἴγυπτον καὶ νυκτὸς καὶ ἡμέρας ἐπειγόμενον καὶ μὴ τρίβοντα τὸν χρόνον πλείω ποιεῖν τοῦτον Ἑβραίοις ἐν δουλείᾳ κακοπαθοῦσι.”



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.268 Joseph. AJ 2.273 (English) >>Joseph. AJ 2.276

Powered by PhiloLogic